Παρασκευή 4 Αυγούστου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Θ΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Ματθαῖον 
κα΄ 12 - 14, 17 - 20 
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερόν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ λέγει αὐτοῖς· Γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς. καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ. Πρωῒας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασε· καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ' αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; 

Νεοελληνική απόδοση:
Καὶ ὅταν ἐμπῆκε ὁ Ἰησοῦς εἰς τὸ ναὸν τοῦ Θεοῦ, ἔδιωξε ἔξω ὅλους ἐκείνους, ποὺ ἐπωλοῦσαν καὶ ἀγόραζαν εἰς τὸν ναὸν καὶ ἀναποδογύρισε τὰ τραπέζια τῶν ἀργυραμοιβῶν καὶ τὰ καθίσματα ἐκείνων, ποὺ ἐπωλοῦσαν τὰ περιστέρια. Καὶ τοὺς εἶπε, «Εἶναι γραμμένον, Ὁ οἶκος μου θὰ ὀνομάζεται οἶκος προσευχῆς, σεῖς ὅμως τὸν ἐκάνατε φωληὰ ληστῶν». Καὶ ἦλθαν πρὸς αὐτὸν, εἰς τὸν ναόν, τυφλοὶ καὶ κουτσοὶ καὶ τοὺς ἐθεράπευσε.Καὶ ὅταν τοὺς ἄφησε, ἐβγῆκε ἀπὸ τὴν πόλιν εἰς τὴν Βηθανίαν καὶ ἐκεῖ διανυκτέρευσε. Τὸ πρωί, ὅταν ἐπέστρεψε στὴν πόλη, ἐπείνασε. Καὶ ὅταν εἶδε μία συκιὰ εἰς τὸν δρόμον, ἦλθε πλησίον της ἀλλὰ δὲν εὑρῆκε εἰς αὐτὴν παρὰ μόνον φύλλα, καὶ τῆς λέγει, «Ποτὲ πλέον νὰ μὴ γίνῃ καρπὸς ἀπὸ σέ». Καὶ ξεράθηκε ἀμέσως ἡ συκιά. Καὶ ὅταν εἶδαν οἱ μαθηταί, ἐθαύμασαν καὶ ἔλεγαν, «Πῶς ἀμέσως ἐξεράθηκε ἡ συκιά;».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου